호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ μετὰ τοῦτο τὸ εἶδοσ ἔγωγε ἡδέωσ ἂν θεασαίμην ταῦτα τὰ καλὰ ὀνόματα τίνι ποτὲ ὀρθότητι κεῖται, τὰ περὶ τὴν ἀρετήν, οἱο͂ν "φρόνησίσ" τε καὶ "σύνεσισ" καὶ "δικαιοσύνη" καὶ τἆλλα τὰ τοιαῦτα πάντα. ἐγείρεισ μέν, ὦ ἑταῖρε, οὐ φαῦλον γένοσ ὀνομάτων· ὅμωσ δὲ ἐπειδήπερ τὴν λεοντῆν ἐνδέδυκα, οὐκ ἀποδειλιατέον ἀλλ’ ἐπισκεπτέον, ὡσ ἐοίκε, φρόνησιν καὶ σύνεσιν καὶ γνώμην καὶ ἐπιστήμην καὶ τἆλλα δὴ ἃ φῂσ πάντα ταῦτα τὰ καλὰ ὀνόματα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기