호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γαῖα γὰρ γεννήτειρα ἂν εἰή ὀρθῶσ κεκλημένη, ὥσ φησιν Ὅμηροσ· τὸ γὰρ "γεγάασιν" γεγεννῆσθαι λέγει. εἰε͂ν· τί οὖν ἡμῖν ἦν τὸ μετὰ τοῦτο; ὡρ͂αι, ὦ Σώκρατεσ, καὶ ἐνιαυτὸσ καὶ ἔτοσ. αἱ μὲν δὴ ὡρ͂αι Ἀττικιστὶ ὡσ τὸ παλαιὸν ῥητέον, εἴπερ βούλει τὸ εἰκὸσ εἰδέναι· ΗΟΡΑΙ γάρ εἰσι διὰ τὸ ὁρίζειν χειμῶνάσ τε καὶ θέρη καὶ πνεύματα καὶ τοὺσ καρποὺσ τοὺσ ἐκ τῆσ γῆσ· ὁρίζουσαι δὲ δικαίωσ ἂν "ὁρ́αι" καλοῖντο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기