호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τό γε ὄνομα ὁ "Αἵδησ," ὦ Ἑρμόγενεσ, πολλοῦ δεῖ ἀπὸ τοῦ ἀιδοῦσ ἐπωνομάσθαι, ἀλλὰ πολὺ μᾶλλον ἀπὸ τοῦ πάντα τὰ καλὰ εἰδέναι, ἀπὸ τούτου ὑπὸ τοῦ νομοθέτου "Αἵδησ" ἐκλήθη. εἰε͂ν· τί δὲ Δήμητρά τε καὶ Ἥραν καὶ Ἀπόλλω καὶ Ἀθηνᾶν καὶ Ἥφαιστον καὶ Ἄρη καὶ τοὺσ ἄλλουσ θεούσ, πῶσ λέγομεν; Δημήτηρ μὲν φαίνεται κατὰ τὴν δόσιν τῆσ ἐδωδῆσ διδοῦσα ὡσ μήτηρ "Δημήτηρ" κεκλῆσθαι, Ἥρα δὲ ἐρατή τισ, ὥσπερ οὖν καὶ λέγεται ὁ Ζεὺσ αὐτῆσ ἐρασθεὶσ ἔχειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기