호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καλῶσ ἄρα ἂν τὸ ὄνομα τοῦτο ἔχοι τῇ δυνάμει ταύτῃ ἣ φύσιν ὀχεῖ καὶ ἔχει "φυσέχην" ἐπονομάζειν. ἂν μὲν καὶ σμικρόν τισ παρακλίνῃ, καὶ πάνυ. ἔξεστι δὲ καὶ "ψυχὴν" κομψευόμενον λέγειν. πάνυ μὲν οὖν, καὶ δοκεῖ γέ μοι τοῦτο ἐκείνου τεχνικώτερον εἶναι. καὶ γὰρ ἔστιν· γελοῖον μέντοι φαίνεται ὡσ ἀληθῶσ ὀνομαζόμενον ὡσ ἐτέθη. ἀλλὰ δὴ τὸ μετὰ τοῦτο πῶσ φῶμεν ἔχειν; τὸ σῶμα λέγεισ; ναί. πολλαχῇ μοι δοκεῖ τοῦτό γε·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기