호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου δεύτερον κρητῆρα Μοισαίων μελέων κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ, τίν γ ἀώτον δεξάμενοι στεφάνων, νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ Νηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου Φυλακίδα νικῶντος. εἰή δὲ τρίτον σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα σπένδειν μελιφθόγγοις ἀοιδαῖς.
εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς, σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου βάλλετ ἄγκυραν θεότιμος ἐών.
τοίαισιν ὀργαῖς εὔχεται ἀντιάσαις Αἴ¨δαν γῆράς τε δέξασθαι πολιὸν ὁ Κλεονίκου παῖς:
ἐγὼ δ ὑψίθρονον Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς. ὔμμε τ, ὦ χρυσάρματοι Αἰακίδαι, τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν τάνδ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.
μυρίαι δ ἔργων καλῶν τέτμηνθ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι, καὶ πέραν Νείλοιο παγᾶν καὶ δι Ὑπερβορέους:
οὐδ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις, ἅτις οὐ Πηλέος ἀΐει κλέος ἡρ´ωος, εὐδαίμονος γαμβροῦ θεῶν, οὐδ ἅτις Αἰάντος Τελαμωνιάδα καὶ πατρός: τὸν χαλκοχάρμαν ἐς πόλεμον ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἡρ´ωσι μόχθον, Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν ἐν ναυσὶν Ἀλκμήνας τέκος.
χερσὶν βαρυφθόγγοιο νευρᾶς Ἡρακλέης.
ἀλλ Αἰακίδαν καλέων ἐς πλόον <κεῖνον> κύρησε δαινυμένων.
τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι καρτεραίχμαν Ἀμφιτρυωνιάδαν, ἄνδωκε δ αὐτῷ φέρτατος οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών, ὁ δ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους αὔδασε τοιοῦτον ἔπος: νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι, τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτ ἐν Νεμέᾳ:
θυμὸς δ ἑπέσθω.
" ταῦτ ἄρα οἱ φαμένῳ πέμψεν θεὸς ἀρχὸν οἰωνῶν μέγαν αἰετόν: ἁδεῖα δ ἔνδον νιν ἔκνιξεν χάρις, εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ: " ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών:
καί νιν ὄρνιχος φανέντος κέκλε ἐπώνυμον εὐρυβίαν Αἰάντα, λαῶν ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου. " ὣς ἆρα εἰπὼν αὐτίκα ἕζετ.
ἐμοὶ δὲ μακρὸν πάσας <ἀν>αγήσασθ ἀρετάς: Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπον εἰρήσεταί που κἀν βραχίστοις. ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου τρεῖς ἀπ Ἰσθμοῦ, τὰς δ ἀπ εὐφύλλου Νεμέας, ἀγλαοὶ παῖδές τε καὶ μάτρως:
ἀνὰ δ ἄγαγον ἐς φάος οἱάν μοῖραν ὕμνων:
τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων ἄρδοντι καλλίστᾳ δρόσῳ, τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν θεοφιλῆ ναίοισι. υἱοῖσί τε φράζων παραινεῖ, ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων, καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται, μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων:
γλῶσσα δ οὐκ ἔξω φρενῶν:
φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ ἀκόναν. χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρ εὐτειχέσιν Κάδμου πύλαις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기