호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μᾶτερ Ἁλίου πολυώνυμε Θεία, σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων: καὶ γὰρ ἐριζόμεναι νᾶες ἐν πόντῳ καὶ <ὑφ> ἁρ´μασιν ἵπποι διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται: κλέος ἔπραξεν, ὅντιν ἀθρόοι στέφανοι χερσὶ νικάσαντ ἀνέδησαν ἔθειραν ἢ ταχυτᾶτι ποδῶν.
κρίνεται δ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν. δύο δέ τοι ζωᾶς ἀώτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ, εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ. μὴ μάτευε Ζεὺς γενέσθαι: πάντ ἔχεις, εἴ σε τούτων μοῖρ ἐφίκοιτο καλῶν.
θνατὰ θνατοῖσι πρέπει.
τὶν δ ἐν Ἰσθμῷ διπλόα θάλλοις ἀρετά, Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν, Πυθέᾳ τε παγκρατίου. τὸ δ ἐμὸν οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται: σὺν Χάρισιν δ ἔμολον Λάμπωνος υἱοῖς τάνδ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται θεοδότων ἔργων κέλευθον ἂν καθαράν, μὴ φθόνει κόμπον τὸν ἐοικότ ἀοιδᾷ κιρνάμεν ἀντὶ πόνων.
καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ λόγον ἐκέρδαναν, κλέονται δ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς μυρίον χρόνον:
μελέταν δὲ σοφισταῖς Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι:
ἐν δὲ Θήβαις ἱπποσόας Ιὄλαος γέρας ἔχει, Περσεὺς δ ἐν Ἄργει, Κάστορος δ αἰχμὰ Πολυδεύκεος τ ἐπ Εὐρώτα ῥεέθροις.
ἀλλ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ Αἰακοῦ παίδων τε:
τοὶ καὶ σὺν μάχαις δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι Ἡρακλῆϊ πρότερον, καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν: λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον, καὶ στράταρχον Αἰθιόπων ἄφοβον Μέμνονα χαλκοάραν: τίς ἄρ ἐσλὸν Τήλεφον τρῶσεν ἑῷ δορὶ Καΐκου παρ ὄχθαις·
τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν διαπρεπέα νᾶσον:
τετείχισται δὲ πάλαι πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν. πολλὰ μὲν ἀρτιεπὴς γλῶσσά μοι τοξεύματ ἔχει περὶ κείνων κελαδέσαι: καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἰάντος ὀρθωθεῖσα ναύταις ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.
ἀλλ ὅμως καύχημα κατάβρεχε σιγᾷ: Ζεὺς τά τε καὶ τὰ νέμει, Ζεὺς ὁ πάντων κύριος.
ἐν δ ἐρατεινῷ μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμ ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων ἀμφ ἀέθλοισιν γενεὰν Κλεονίκου ἐκμαθών:
οὔτοι τετύφλωται μακρὸς μόχθος ἀνδρῶν:
οὐδ ὁπόσαι δαπάναι ἐλπίδων ἔκνις ὄπιν. αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι χερσὶ δεξιόν, νόῳ ἀντίπαλον. καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기