호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ΠΑΥΛΟΣ ΚΑΙ ΤΙΜΟΘΕΟΣ δοῦλοι Χριστοῦ Ιἠσοῦ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ιἠσοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις:? χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ιἠσοῦ Χριστοῦ.
πεποιθὼς αὐτὸ τοῦτο ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας Ιἠσοῦ Χριστοῦ:
καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συνκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας:
μάρτυς γάρ μου ὁ θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ιἠσοῦ.
πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ιἠσοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ.
καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον τοῦ θεοῦ λαλεῖν.
τινὲς δὲ καὶ δι εὐδοκίαν τὸν χριστὸν κηρύσσουσιν:
οἱ δὲ ἐξ ἐριθίας τὸν χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐγείρειν τοῖς δεσμοῖς μου.
τί γάρ·
πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω: κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος.
εἰ δὲ τὸ ζῇν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου, - καὶ τί αἱρήσομαι οὐ γνωρίζω:
τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι ὑμᾶς.
ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ιἠσοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἱο῀ν εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기