호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ αὐτίκα μάλ’ ὑμᾶσ ἀξιώσει ἀκούειν αὐτοῦ ἀπολογουμένου κατὰ τοὺσ νόμουσ· ὑμεῖσ δ’ ἐρωτᾶτε αὐτὸν ποίουσ; οὓσ ἐγκαταλιπὼν ᾤχετο. καὶ ἐᾶσαι αὐτὸν οἰκεῖν ἐν τοῖσ τείχεσι τῆσ πατρίδοσ· ποίοισ; ἃ μόνοσ τῶν πολιτῶν οὐ συνδιεφύλαξε. καὶ ἐπικαλεῖται τοὺσ θεοὺσ σώσοντασ αὐτὸν ἐκ τῶν κινδύνων· τίνασ; οὐχ ὧν τοὺσ νεὼσ καὶ τὰ ἕδη καὶ τὰ τεμένη προὔδωκε; καὶ δεήσεται καὶ ἱκετεύσει ἐλεῆσαι αὐτόν· τίνων; οὐχ οἷσ τὸν αὐτὸν ἔρανον εἰσ τὴν σωτηρίαν εἰσενεγκεῖν οὐκ ἐτόλμησε; Ῥοδίουσ ἱκετευέτω· τὴν γὰρ ἀσφάλειαν ἐν τῇ ἐκείνων πόλει μᾶλλον ἢ ἐν τῇ ἑαυτοῦ πατρίδι ἐνόμισεν εἶναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기