- 텍스트

Lycurgus, Speeches, Κατὰ Λεωκράτους? 200:

(리쿠르고스, 연설, Κατὰ Λεωκράτους 200:)

καὶ αὐτίκα μάλ ὑμᾶς ἀξιώσει ἀκούειν αὐτοῦ ἀπολογουμένου κατὰ τοὺς νόμους: ὑμεῖς δ ἐρωτᾶτε αὐτὸν ποίους· οὓς ἐγκαταλιπὼν ᾤχετο. καὶ ἐᾶσαι αὐτὸν οἰκεῖν ἐν τοῖς τείχεσι τῆς πατρίδος: ποίοις· ἃ μόνος τῶν πολιτῶν οὐ συνδιεφύλαξε. καὶ ἐπικαλεῖται τοὺς θεοὺς σώσοντας αὐτὸν ἐκ τῶν κινδύνων: τίνας· οὐχ ὧν τοὺς νεὼς καὶ τὰ ἕδη καὶ τὰ τεμένη προὔδωκε· καὶ δεήσεται καὶ ἱκετεύσει ἐλεῆσαι αὐτόν: τίνων· οὐχ οἷς τὸν αὐτὸν ἔρανον εἰς τὴν σωτηρίαν εἰσενεγκεῖν οὐκ ἐτόλμησε· Ῥοδίους ἱκετευέτω: τὴν γὰρ ἀσφάλειαν ἐν τῇ ἐκείνων πόλει μᾶλλον ἢ ἐν τῇ ἑαυτοῦ πατρίδι ἐνόμισεν εἶναι.

상위

Lycurgus (리쿠르고스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION