호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ περὶ τοὺς ἄλλους ποιητὰς οὐδένα λόγον ἔχοντες περὶ τούτου οὕτω σφόδρα ἐσπουδάκασιν ὥστε νόμον ἔθεντο, ὅταν ἐν τοῖς ὅπλοις ἐξεστρατευμένοι ὦσι, καλεῖν ἐπὶ τὴν τοῦ βασιλέως σκηνὴν ἀκουσομένους τῶν Τυρταίου ποιημάτων ἅπαντας, νομίζοντες οὕτως ἂν αὐτοὺς μάλιστα πρὸ τῆς πατρίδος ἐθέλειν ἀποθνῄσκειν. χρήσιμον δ ἐστὶ καὶ τούτων ἀκοῦσαι τῶν ἐλεγείων, ἵν ἐπίστησθε οἱᾶ ποιοῦντες εὐδοκίμουν παρ ἐκείνοις. τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα ἄνδρ ἀγαθόν, περὶ ᾗ πατρίδι μαρνάμενον. τὴν δ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς πτωχεύειν πάντων ἔστ ἀνιηρότατον, πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι παισί τε σὺν μικροῖς κουριδίῃ τ ἀλόχῳ. ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηται χρημοσύνῃ τ εἴκων καὶ στυγερῇ πενίῃ, αἰσχύνει δὲ γένος, κατὰ δ ἀγλαὸν εἶδος ἐλέγχει, πᾶσα δ ἀτιμίη καὶ κακότης ἕπεται. εἰ δ οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί ὤρη γίγνεται οὐδ αἰδώς, οὔτ ὀπίσω γένεος, θυμῷ γῆς περὶ τῆσδε μαχώμεθα, καὶ περὶ παίδων θνῄσκωμεν ψυχέων μηκέτι φειδόμενοι. ὦ νέοι, ἀλλὰ μάχεσθε παρ ἀλλήλοισι μένοντες, μηδὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου, ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν, μηδὲ φιλοψυχεῖτ ἀνδράσι μαρνάμενοι: τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ ἐλαφρά, μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς. αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον, ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον, θυμὸν ἀποπνείοντ ἄλκιμον ἐν κονίῃ, αἱματόεντ αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα αἰσχρὰ τά γ ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν καὶ χρόα γυμνωθέντα. νέοισι δὲ πάντ ἐπέοικεν, ὄφρ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ: ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶν ζωὸς ἐών, καλὸς δ ἐν προμάχοισι πεσών. ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기