- 텍스트

Lycurgus, Speeches, Κατὰ Λεωκράτους? 134:

(리쿠르고스, 연설, Κατὰ Λεωκράτους 134:)

διὸ καὶ δικαίως ἄν τις Εὐριπίδην ἐπαινέσειεν, ὅτι τά τ ἄλλ ὢν ἀγαθὸς ποιητὴς καὶ τοῦτον τὸν μῦθον προείλετο ποιῆσαι, ἡγούμενος κάλλιστον ἂν γενέσθαι τοῖς πολίταις παράδειγμα τὰς ἐκείνων πράξεις, πρὸς ἃς ἀποβλέποντας καὶ θεωροῦντας συνεθίζεσθαι ταῖς ψυχαῖς τὸ τὴν πατρίδα φιλεῖν. ἄξιον δ, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἰαμβείων ἀκοῦσαι, ἃ πεποίηκε λέγουσαν τὴν μητέρα τῆς παιδός. ὄψεσθε γὰρ ἐν αὐτοῖς μεγαλοψυχίαν καὶ γενναιότητα ἀξίαν καὶ τῆς πόλεως καὶ τοῦ γενέσθαι Κηφισοῦ θυγατέρα. Ῥῆσις Εὐριπίδου τὰς χάριτας ὅστις εὐγενῶς χαρίζεται, ἥδιον ἐν βροτοῖσιν: οἳ δὲ δρῶσι μέν, χρόνῳ δὲ δρῶσι, δυσγενέστερον . . . ἐγὼ δὲ δώσω τὴν ἐμὴν παῖδα κτανεῖν. λογίζομαι δὲ πολλά: πρῶτα μὲν πόλιν οὐκ ἄν τιν ἄλλην τῆσδε βελτίω λαβεῖν: ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δ ἔφυμεν: αἱ δ ἄλλαι πόλεις πεσσῶν ὁμοίαις διαφοραῖς ἐκτισμέναι ἄλλαι παρ ἄλλων εἰσὶν εἰσαγώγιμοι. ὅστις δ ἀπ ἄλλης πόλεος οἰκήσῃ πόλιν, ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς, λόγῳ πολίτης ἐστί, τοῖς δ ἔργοισιν οὔ. ἔπειτα τέκνα τοῦδ ἕκατι τίκτομεν, ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα. πόλεως δ ἁπάσης τοὔνομ ἕν, πολλοὶ δέ νιν ναίουσι: τούτους πῶς διαφθεῖραί με χρή, ἐξὸν πρὸ πάντων μίαν ὑπερδοῦναι θανεῖν· εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος τὸ μεῖζον οὑνὸς οἶκος οὐ πλεῖον σθένει πταίσας ἁπάσης πόλεος, οὐδ ἴσον φέρει. εἰ δ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν στάχυς ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ, οὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός, θάνατον προταρβοῦς· ἀλλ. ἔμοιγ εἰή τέκνα, <ἃ> καὶ μάχοιτο καὶ μετ ἀνδράσιν πρέποι, μὴ σχήματ ἄλλως ἐν πόλει πεφυκότα. τὰ μητέρων δὲ δάκρυ ὅταν πέμπῃ τέκνα, πολλοὺς ἐθήλυν εἰς μάχην ὁρμωμένους. μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ ζῆν παῖδας εἵλοντ ἢ παρῄνεσαν κακά. καὶ μὴν θανόντες γ ἐν μάχῃ πολλῶν μέτα τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τ ἴσην: τῇ μιῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ πόλεως θανούσῃ τῆσδ ὕπερ δοθήσεται. καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θ ὁμοσπόρω σώσει: τί τούτων οὐχὶ δέξασθαι καλόν· τὴν οὐκ ἐμὴν πλὴν <ἢ> φύσει δώσω κόρην θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι· οὐκοῦν ἅπαντα τοὔν γ ἐμοὶ σωθήσεται: ἄρξουσιν ἄλλοι, τήνδ ἐγὼ σώσω πόλιν. ἐκεῖνο δ οὗ τὸ πλεῖστον ἐν κοινῷ μέρος, οὐκ ἔσθ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ, προγόνων παλαιὰ θέσμι ὅστις ἐκβαλεῖ: οὐδ ἀντ ἐλάας χρυσέας τε Γοργόνος τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις Εὔμολπος οὐδὲ Θρῇξ ἀναστέψει λεὼς στεφάνοισι, Παλλὰς δ οὐδαμοῦ τιμήσεται. χρῆσθ, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν, σῴζεσθε, νικᾶτ: ἀντὶ γὰρ ψυχῆς μιᾶς οὐκ ἔσθ ὅπως οὐ τήνδ ἐγὼ σώσω πόλιν. ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε οὕτω φιλοῖεν ὡς ἐγώ: καὶ ῥᾳδίως οἰκοῖμεν ἄν σε, κοὐδὲν ἂν πάσχοις κακόν.

상위

Lycurgus (리쿠르고스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION