호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὑπὸ μὲν ἐκείνων προδοθεῖσαν οἰκεῖσθαι ἂν συνέβαινε δούλην οὖσαν τὴν πόλιν, ὃν δὲ τρόπον οὗτοσ ἐξέλιπεν, ἀοίκητον ἂν γενέσθαι. ἔτι δ’ ἐκ μὲν τοῦ κακῶσ πράττειν τὰσ πόλεισ μεταβολῆσ τυχεῖν ἐπὶ τὸ βέλτιον εἰκόσ ἐστιν, ἐκ δὲ τοῦ παντάπασι γενέσθαι ἀναστάτουσ καὶ τῶν κοινῶν ἐλπίδων στερηθῆναι. ὥσπερ γὰρ ἀνθρώπῳ ζῶντι μὲν ἐλπὶσ ἐκ τοῦ κακῶσ πρᾶξαι μεταπεσεῖν, τελευτήσαντι δὲ συναναιρεῖται πάντα δι’ ὧν ἄν τισ εὐδαιμονήσειεν, οὕτω καὶ περὶ τὰσ πόλεισ συμβαίνει πέρασ ἔχειν τὴν ἀτυχίαν, ὅταν ἀνάστατοι γένωνται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기