- 텍스트

Lycurgus, Speeches, Κατὰ Λεωκράτους? 32:

(리쿠르고스, 연설, Κατὰ Λεωκράτους 32:)

διοικήσας δὲ ταῦτα πάντα ὁ Ἀμύντας αὐτὸς πάλιν ἀποδίδοται τἀνδράποδα πέντε καὶ τριάκοντα μνῶν Τιμοχάρει Ἀχαρνεῖ τῷ τὴν νεωτέραν ἔχοντι τούτου ἀδελφήν: ἀργύριον δὲ οὐκ ἔχων δοῦναι ὁ Τιμοχάρης, συνθήκας ποιησάμενος καὶ θέμενος παρὰ Λυσικλεῖ μίαν μνᾶν τόκον ἔφερε τῷ Ἀμύντα. ἵνα δὲ μὴ λόγον οἰήσθε εἶναι ἀλλ εἰδῆτε τὴν ἀλήθειαν, ἀναγνώσεται καὶ τούτων ὑμῖν τὰς μαρτυρίας. εἰ μὲν οὖν ζῶν ἐτύγχανεν ὁ Ἀμύντας, ἐκεῖνον <ἂν> αὐτὸν παρειχόμην: νυνὶ δ ὑμῖν καλῶ τοὺς συνειδότας. καί μοι λέγε ταύτην τὴν μαρτυρίαν, ὡς ἐπρίατο παρὰ Λεωκράτους ἐν Μεγάροις τὰ ἀνδράποδα Ἀμύντας καὶ τὴν οἰκίαν.

상위

Lycurgus (리쿠르고스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION