호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοσαῦτα εἶπεν, καὶ ἀνασπάσασ ἀπὸ τῆσ γῆσ μαλάχησ ῥίζαν ὤρεξέν μοι, ταύτῃ κελεύσασ ἐν τοῖσ μεγίστοισ κινδύνοισ προσεύχεσθαι· παρῄνεσε δὲ εἰ καί ποτε ἀφικοίμην ἐσ τήνδε. τὴν γῆν, μήτε πῦρ μαχαίρᾳ σκαλεύειν μήτε θέρμουσ ἐσθίειν μήτε παιδὶ ὑπὲρ τὰ ὀκτωκαίδεκα ἔτη πλησιάζειν τούτων γὰρ ἂν μεμνημένον ἐλπίδασ ἔχειν τῆσ εἰσ τὴν νῆσον ἀφίξεωσ. τότε μὲν οὖν τὰ περὶ τὸν πλοῦν παρεσκευασάμην, καὶ ἐπεὶ καιρὸσ ἦν, συνειστιώμην αὐτοῖσ. τῇ δὲ ἐπιούσῃ ἐλθὼν πρὸσ Ὅμηρον τὸν ποιητὴν ἐδεήθην αὐτοῦ ποιῆσαί μοι δίστιχον ἐπίγραμμα· καὶ ἐπειδὴ ἐποίησεν, στήλην βηρύλλου λίθου ἀναστήσασ ἐπέγραψα πρὸσ τῷ λιμένι. τὸ δὲ ἐπίγραμμα ἦν τοιόνδε· ,, Λουκιανὸσ τάδε πάντα φίλοσ μακάρεσσι θεοῖσιν εἶδέ τε καὶ πάλιν ἦλθε φίλην ἐσ πατρίδα γαῖαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기