- 텍스트

Lucian, Pseudologista, (no name) 29:

(루키아노스, Pseudologista, (no name) 29:)

ὁρᾷς, ὡς ἄμεινον ἦν σοι ἀκίνητον τὴν Καμάριναν ἐᾶν, μηδὲ καταγελᾶν τῆς ἀποφράδος, ἥ σοι ἀποφράδα τὸν βίον ὅλον ἐργάσεται ·? ἢ ἔτι προσδεῖ τινος · ὡς τό γε ἐμὸν οὔ ποτε ἐλλείψει. οὐδέπω γοῦν οἶσθα ὡς ὅλην τὴν ἅμαξαν ἐπεσπάσω, δέον, ὦ παιπάλημα καὶ κίναδος,^ ὑποπτήσσειν εἴ τις ἀνὴρ δασὺς καὶ τοῦτο δὴ τὸ ἀρχαῖον, μελάμπυγος δριμὺ μόνον εἰς σὲ ἀποβλέψειεν. ἴσως ἤδη καὶ ταῦτα γελάσῃ, τὸ παιπάλημα καὶ τὸ κίναδος, ὥσπερ τινὰ αἰνίγματα καὶ γρίφους ἀκούσας: ἄγνωστα γάρ σοι τῶν σῶν ἔργων τὰ ὀνόματα. ὥστε ὡρ´α ἤδη καὶ ταῦτα συκοφαντεῖν, εἰ μὴ τριπλῇ καὶ τετραπλῇ σοι ἡ ἀποφρὰς ἐκτέτικεν. αἰτιῶ δ οὖν σεαυτὸν ἐπὶ πᾶσιν: ὡς γὰρ ὁ καλὸς Εὐριπίδης λέγειν εἰώθεν, ἀχαλίνων στομάτων καὶ ἀφροσύνης καὶ ἀνομίας τὸ τέλος δυστυχία γίγνεται.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION