- 텍스트

Lucian, Pseudologista, (no name) 28:

(루키아노스, Pseudologista, (no name) 28:)

πολλὰ ἔτι ἔχων εἰπεῖν, τὰ μὲν ἄλλα ἑκὼν ἀφίημί σοι, ἐκεῖνο δὲ μόνον προσλέγω, πρᾶττε μὲν ταῦτα ὅπως σοι φίλον καὶ μὴ παύσαιο τὰ τοιαῦτα ἐς ἑαυτὸν παροινῶν, ἐκεῖνο δὲ μηκέτι, ἄπαγε:? οὐ γὰρ ὅσιον ἐπὶ τὴν αὐτὴν ἑστίαν τοὺς ταῦτα διατιθέντας καλεῖν καὶ φιλοτησίας προπίνειν καὶ ὄψων τῶν αὐτῶν ἅπτεσθαι. ἀλλὰ μηδὲ ἐκεῖνο ἔστω τὸ ἐπὶ τοῖς λόγοις, φιλήματα, καὶ ταῦτα πρὸς τοὺς οὐ πρὸ πολλοῦ ἀποφράδα σοι ἐργασαμένους τὸ στόμα. κἀπειδήπερ ἅπαξ φιλικῆς παραινέσεως ἠρξάμην, κἀκεῖνα, εἰ δοκεῖ, ἄφελε, τὸ μύρῳ χρίεσθαι τὰς πολιὰς καὶ τὸ πιττοῦσθαι μόνα ἐκεῖνα. εἰ μὲν γὰρ νόσος τις ἐπείγει, ἅπαν τὸ σῶμα θεραπευτέον, εἰ δὲ μηδὲν νοσεῖς τοιοῦτο, τί σοι βούλεται καθαρὰ καὶ λεῖα καὶ ὀλισθηρὰ ἐργάζεσθαι ἃ μηδὲ ὁρᾶσθαι θέμις · ἐκεῖνό σοι μόνον σοφόν, αἱ πολιαὶ καὶ τὸ μηκέτι μελαίνεσθαι, ὡς προκάλυμμα εἰε῀ν τῆς βδελυρίας. φείδου δὴ αὐτῶν πρὸς Διὸς κἀν τούτῳ, καὶ μάλιστα τοῦ πώγωνος αὐτοῦ, μηδὲ μιάνῃς ἔτι μηδὲ ὑβρίσῃς: εἰ δὲ μή, ἐν νυκτί γε καὶ σὺν σκότῳ, τὸ δὲ μεθ ἡμέραν, ἄπαγε, κομιδῇ ἄγριον καὶ θηριῶδες.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION