호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶτα ἐν τοιούτοις ὄντι σοι ὀνομάτων μέλει καὶ γελᾷς καὶ τῶν ἄλλων καταπτύεις, εἰκότως:? οὐ γὰρ ἂν ἅπαντες ὅμοιά σοι λέγειν δυναίμεθα. πόθεν · τίς οὕτως ἐν λόγοις μεγαλότολμος, ὡς ἐπὶ μὲν τοὺς τρεῖς μοιχοὺς ἀντὶ ξίφους τρίαιναν αἰτεῖν · τὸν δὲ Θεόπομπον ἐπὶ τῷ Τρικαράνῳ κρίνοντα φάναι τριγλώχινι λόγῳ καθῃρηκέναι αὐτὸν τὰς προὐχούσας πόλεις · καὶ πάλιν, ἐκτριαινῶσαι αὐτὸν τὴν Ἑλλάδα καὶ εἶναι Κέρβερον ἐν τοῖς λόγοις · πρῴην γὰρ καὶ λύχνον ἅψας ἐζήτεις ἀδελφόν τινα, οἶμαι, ἀπολωλότα: καὶ ἄλλα μυρία, ὧν οὐδὲ μεμνῆσθαι ἄξιον, ἢ μόνου ἐκείνου, ὅπερ οἱ ἀκούσαντες ἀπεμνημόνευον. πλούσιός τις, οἶμαι, καὶ δύο πένητες ἦσαν ἐχθροί: "θάτερον τῶν πενήτων. "ἀλλὰ ἅτερον αὐτῶν ἀπέκτεινεν. ἐῶ τὰ ἀρχαῖα, τὸ τριῶν μηνοῖν καὶ τὸ ἀνηνεμία καὶ τὸ πέταμαι καὶ ἐκχύνειν καὶ ὅσα ἄλλα καλὰ τοῖς σοῖς λόγοις ἐπανθεῖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기