호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸς θεῶν εἰπέ μοι, τί πάσχεις ἐπειδὰν κἀκεῖνα λέγωσιν οἱ πολλοί, λεσβιάζειν σε καὶ φοινικίζειν ·? ἆρα καὶ ταῦτα ὥσπερ τὴν ἀποφράδα ἀγνοεῖς καὶ οἰεί τάχα που ἐπαινεῖσθαι πρὸς αὐτῶν · ἢ ταῦτα μὲν διὰ τὸ σύντροφον οἶσθα, τὴν ἀποφράδα δὲ ὡς ἀγνῶτα μόνην ἀτιμάζεις καὶ ἀποκλείεις τοῦ καταλόγου τῶν ὀνομάτων · τοιγαροῦν οὐ μεμπτὰς ἡμῖν τίνεις τὰς δίκας, ἀλλὰ μέχρι καὶ τῆς γυναικωνίτιδος περιβόητος εἶ. "ἄνδρα καὶ αὐτὸν ἀνδρὸς δεόμενον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기