- 텍스트

Lucian, Pseudologista, (no name) 23:

(루키아노스, Pseudologista, (no name) 23:)

πρὸς θεῶν, ἢν λέγῃ ταῦτα ἡ γλῶττα, ἰδίαν αὐτὴ φωνὴν λαβοῦσα καὶ τὸν πώγωνα συνήγορον ἐπικαλεσαμένη, τί ἂν ἀποκρίναιο αὐτῇ ·? ἐκεῖνα δῆλον ὅτι ἃ καὶ πρὸς τὸν Γλαῦκον ἔναγχος εἴρηταί σοι ἐπὶ πεπραγμένῳ ἤδη τῷ ἔργῳ αἰτιώμενον, ὡς ἐπὶ τούτῳ ἔνδοξος ἐν βραχεῖ καὶ γνώριμος ἅπασι γεγένησαι, πόθεν ἂν οὕτω περιβόητος ἐπὶ τοῖς λόγοις γενόμενος · ἀγαπητὸν δὲ ὁπωσοῦν κλεινὸν καὶ ὀνομαστὸν εἶναι, εἶτα καταριθμήσεις ^ αὐτῇ τὰς πολλάς σου προσηγορίας, ὁπόσας κατὰ ἔθνη προσείληφας. ὃ καὶ θαυμάζω, ὅτι τὴν μὲν ἀποφράδα ἐδυσχέρανας ἀκούσας, ἐπ ἐκείνοις δὲ τοῖς ὀνόμασιν οὐκ ἠγανάκτεις, ἐν Συρίᾳ μὲν Ῥοδοδάφνη κληθείς, ἐφ ᾧ δέ, νὴ τὴν Ἀθηνᾶν, αἰσχύνομαι διηγεῖσθαι, ὥστε τό γε ἐπ ἐμοὶ ἀσαφὲς ἔτι ἔστω:?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION