- 텍스트

Lucian, Pseudologista, (no name) 22:

(루키아노스, Pseudologista, (no name) 22:)

"ἐγώ σε, ὦ ἀχάριστε, πένητα καὶ ἄπορον παραλαβοῦσα καὶ βίου δεόμενον, τὰ μὲν πρῶτα ἐν τοῖς θεάτροις εὐδοκιμεῖν ἐποίησα, νῦν μὲν Νίνον, νῦν δὲ Μητίοχον, εἶτα μετὰ μικρὸν Ἀχιλλέα τιθεῖσα:? "μετὰ ταῦτα δὲ παῖδας συλλαβίζειν διδάσκοντα μακρῷ χρόνῳ ἔβοσκον: "ἤδη δὲ καὶ τοὺς ἀλλοτρίους τούτους λόγους ὑποκρινόμενον σοφιστὴν εἶναι δοκεῖν ἐποίησα καὶ τὴν μηδὲν προσήκουσαν δόξαν περιῆψα. "τί τοίνυν τηλικοῦτο ἔχων ἐγκαλεῖν τοιαῦτά με διατίθης καὶ ἐπιτάττεις ἐπιτάγματα αἴσχιστα καὶ ὑπουργίας καταπτύστους · "οὐχ ἱκανά μοι τὰ ἐπὶ τῆς ἡμέρας ἔργα, ψεύδεσθαι καὶ ἐπιορκεῖν καὶ τοὺς τοσούτους ὕθλους καὶ λήρους διαντλεῖν, μᾶλλον δὲ τὸν βόρβορον τῶν λόγων ἐκείνων ἐμεῖν, ἀλλ οὐδὲ νυκτὸς τὴν κακοδαίμονα σχολὴν ἄγειν ἐᾷς, ἀλλὰ μόνη σοι πάντα ποιῶ καὶ πατοῦμαι καὶ μιαίνομαι,^ καὶ ἀντὶ γλώττης ὅσα καὶ χειρὶ χρῆσθαι διέγνωκας καὶ ὥσπερ ἀλλοτρίαν ὑβρίζεις καὶ ἐπικλύζεις τοσούτοις κακοῖς. λαλεῖν μοι ἔργον ἐστὶ μόνον, τὰ δὲ τοιαῦτα ποιεῖν καὶ πάσχειν ἄλλοις μέρεσι προστέτακται. "ὡς ὤφελε κἀμέ τις ὥσπερ τὴν τῆς Φιλομήλας ἐκτεμεῖν. .?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION