호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ οἱ ἐν Αἰγύπτῳ ἴσως ἀγνοοῦσί σε οἱ μετὰ τοὺς ἐν Συρίᾳ θαυμαστοὺς ἄθλους ἐκείνους ὑποδεξάμενοι φεύγοντα ἐφ οἷς εἶπον, ὑπὸ τῶν ἱματιοκαπήλων διωκόμενον, παρ ὧν ἐσθῆτας πολυτελεῖς πριάμενος ἐφόδια εἶχες.? Ἀχαϊά μὲν γὰρ καὶ Ἰταλία πᾶσα ἐμπέπλησται τῶν σῶν ἔργων καὶ τῆς ἐπ αὐτοῖς δόξης: ἀλλ οὐκ ἐλάττω σοι ἡ Ἀλεξάνδρεια σύνοιδεν, οὐδὲ μὰ Δί ἐχρῆν δευτέραν τῆς Ἀντιοχείας κεκρίσθαι αὐτήν, ἀλλ ἥ τε ἀκολασία γυμνοτέρα καὶ ἡ αἰσχρουργία σοι ἐκεῖ ἐπιμανεστέρα καὶ τοὔνομα ἐπὶ τούτοις μεῖζον καὶ ἐπὶ πᾶσιν ἀκάλυπτος ἡ κεφαλή. εἷς μόνος ἂν ἐπίστευσέ σοι ἐξάρνῳ γινομένῳ μηδὲν τοιοῦτο εἰργάσθαι καὶ βοηθὸς ἂν κατέστη, ὁ τελευταῖος μισθοδότης, ἀνὴρ ἐν τοῖς ἀρίστοις Ῥωμαίων. τοὔνομα δὲ αὐτὸ δώσεις ἀποσιωπῆσαί μοι, καὶ ταῦτα πρὸς πάντας εἰδότας ὃν λέγω. ἐκεῖνος τοίνυν τὰ μὲν ἄλλα ὁπόσα ἔτλη ἐν τῇ συνουσίᾳ τολμηθέντα ὑπὸ σοῦ, τί χρὴ λέγειν · ἀλλ ἡνίκα σε κατέλαβε τοῦ μειρακίου τοῦ οἰνοχόου τοῦ Οἰνοπίωνος ἐν γόνασι κείμενον, τί οἰεί · ἐπίστευσεν ἄν σοι μὴ εἶναι τοιοῦτον, αὐτὸ ὁρῶν τὸ ἔργον · οὔκ, εἴ γε μὴ παντάπασιν τυφλὸς ἦν. ἀλλὰ ἐδήλωσεν τὴν γνώμην αὐτίκα ἐξελάσας τῆς οἰκίας καὶ καθάρσιόν γε, ὥς φασι, περιενεγκὼν ἐπὶ τῇ σῇ ἐξόδῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기