- 텍스트

Lucian, Pseudologista, (no name) 16:

(루키아노스, Pseudologista, (no name) 16:)

κἀκεῖνα μέμνηνται, ὡς τὸ εἰκός, ἃ πρὸς τὸ θέατρον ἐνεανιεύου, τοῖς ὀρχησταῖς ὑποκρινόμενος καὶ συνταγματάρχης ἀξιῶν εἶναι.? οὐδεὶς γοῦν πρὸ σοῦ ἂν εἰσῆλθεν εἰς τὸ θέατρον οὐδ ἂν ἐμήνυσεν ὅ τι τοὔνομα τῷ δράματι, ἀλλὰ σὺ κοσμίως πάνυ, χρυσᾶς ἐμβάδας ἔχων καὶ ἐσθῆτα τυραννικήν, προεισεπέμπου εὐμένειαν αἰτήσων παρὰ τοῦ θεάτρου, στεφάνους κομίζων καὶ κρότῳ ἀπιών, ἤδη τιμώμενος πρὸς αὐτῶν. ἀλλὰ νῦν ῥήτωρ καὶ σοφιστής: "ἐκεῖνος ὁ τότε, καὶ μετ ἐκεῖνα · τοιγάρτοι καὶ αὐτὸς εὖ ποιῶν οὐκ ἐπιβαίνεις τὸ παράπαν οὐδ ἐπιχωριάζεις αὐτοῖς, ἀλλὰ φεύγεις ἑκὼν πατρίδα οὔτε χεῖμα κακὴν οὔτε θέρει ἀργαλέαν, ἀλλὰ καλλίστην καὶ μεγίστην τῶν ἐν Φοινίκῃ ἁπασῶν: τὸ γὰρ ἐλέγχεσθαι καὶ τοῖς εἰδόσι καὶ μεμνημένοις τῶν πάλαι ἐκείνων συνεῖναι βρόχος ὡς ἀληθῶς ἔστι σοι. καίτοι τί ταῦτα ληρῶ · τίνα γὰρ ἂν αἰδεσθείης σὺ · τί δ ἂν αἰσχρὸν ἡγήσαιο τῶν ὑστάτων · πυνθάνομαι δὲ καὶ κτήματα εἶναί σοι μεγάλα παρ αὐτοῖς, τὸ δύστηνον ἐκεῖνο πυργίον, ὡς τὸν τοῦ Σινωπέως πίθον τὴν Διὸς αὐλὴν εἶναι πρὸς αὐτό. τοὺς μὲν δὴ πολίτας οὐδαμῆ οὐδαμῶς ἂν μεταπείσειας μὴ οὐχὶ τῶν ἁπάντων βδελυρώτατόν σε ἡγεῖσθαι, ὄνειδος κοινὸν ἁπάσῃ τῇ πόλει:?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION