- 텍스트

Lucian, Piscator, (no name) 48:

(루키아노스, Piscator, (no name) 48:)

ἀλλ ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν:? οὐκ, ἀλλὰ. γαλεός ἐστιν. πρόσεισι γοῦν τῷ ἀγκίστρῳ κεχηνώς: ὤσφραται τοῦ χρυσίου: πλησίον ἤδη ἐστὶν ἔψαυσεν εἴληπται: ἀνασπάσωμεν. καὶ σύ, ὦ Ἔλεγχε, ἀνάσπα: ἔλεγχε,^ συνεπιλαβοῦ τῆς ὁρμιᾶς. ἄνω ἐστί. φέρ ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων· κύων οὗτός γε. ^ Ἡράκλεις τῶν ὀδόντων. τί τοῦτο, ὦ γενναιότατε· εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα λήσειν ἤλπισας ὑποδεδυκώς· ἀλλὰ νῦν ἔσῃ φανερὸς ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτημένος. ἐξέλωμεν τὸ ἄγκιστρον καὶ τὸ δέλεαρ. μὰ Δί ἔπιεν. ^ τουτὶ κενόν σοι τὸ ἄγκιστρον ἡ δ ἰσχὰς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ. ἐξεμεσάτω νὴ Δία, ὡς καὶ ἐπ ἄλλους δελεάσωμεν. εὖ ἔχει: τί φής, ὦ Διόγενες· οἶσθα τοῦτον ὅστις ἐστίν, ἢ προσήκει τί σοι ἁνήρ· οὐδαμῶς. τί οὖν· πόσου ἄξιον αὐτὸν χρὴ φάναι· ἐγὼ μὲν γὰρ δύ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην. πολὺ λέγεις: ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος: ἄφες αὐτὸν ἐπὶ κεφαλὴν κατὰ τῆς πέτρας: σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον. ἐκεῖνο μέντοι: ὁρ´α, ὦ Παρρησιάδη, μὴ καμπτόμενός σοι ὁ κάλαμος ἀποκλασθῇ. θάρρει, ὦ Διόγενες: κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι. νὴ Δί, ἀφυέστατοί γε: ἀνάσπα δὲ ὅμως.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION