호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μηδαμῶς:? ἀλλὰ πρὸς Ἱκεσίου φείσασθέ μου. ἄραρεν οὐκ ἂν ἀφεθείης ἔτι. ὁρᾷς δὲ δὴ καὶ τὸν Ὅμηρον ἅ φησιν, ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὁρ´κια πιστά. καὶ μὴν καθ Ὅμηρον ὑμᾶς καὶ αὐτὸς ἱκετεύσω: αἰδέσεσθε γὰρ ἴσως τὰ ἔπη καὶ οὐ παρόψεσθε ῥαψῳδήσαντά με: ζωγρεῖτ οὐ κακὸν ἄνδρα καὶ ἄξια δέχθε ἄποινα, χαλκόν τε χρυσόν τε, τὰ δὴ φιλέουσι σοφοί περ. ἀλλ οὐδὲ ἡμεῖς ἀπορήσομεν πρὸς σὲ Ὁμηρικῆς ἀντιλογίας. ἄκουε γοῦν μὴ δή μοι φύξιν γε, κακηγόρε, βάλλεο θυμῷ χρυσόν περ λέξας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἀμάς. οἴμοι τῶν κακῶν. ὁ μὲν Ὅμηρος ἡμῖν ἄπρακτος, ἡ μεγίστη ἐλπίς. ἐπὶ τὸν Εὐριπίδην δή μοι καταφευκτέον: τάχα γὰρ ἂν ἐκεῖνος σώσειέ με. μὴ κτεῖνε: τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν. τί δέ· οὐχὶ κἀκεῖνα Εὐριπίδου ἐστίν, οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους· νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτὲ ^ με· νὴ Δία: φησὶ γοῦν ἐκεῖνος αὐτός, ^ ἀχαλίνων στομάτων ἀνόμου τ ἀφροσύνας τὸ τέλος δυστυχία.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기