호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τὰ μὲν τῶν ἄλλων ἐχέτω ὅπῃ βούλεται:? ἡμῖν δὲ ἀναγκαῖον, οἶμαι, τὰ ἡμέτερα αὐτῶν εἰδέναι, ὅπως τε πάλαι διέκειτο καὶ ὅπως νῦν ἔχει καὶ τί ποιοῦσι λῷον ἔσται: ὅτι μὲν δὴ ἐν κρημνοῖς τε οἰκοῦμεν αὐτοὶ καὶ πέτρας γεωργοῦμεν, οὐχ Ὅμηρον χρὴ περιμένειν δηλώσοντα ἡμῖν, ἀλλ ὁρᾶν πάρεστι ταῦτα. καὶ ὅσον ἐπὶ τῇ γῇ, βαθεῖ λιμῷ ἀεὶ συνῆμεν ἄν, τὸ δ ἱερὸν καὶ ὁ Πύθιος καὶ τὸ χρηστήριον καὶ οἱ θύοντες καὶ οἱ εὐσεβοῦντες, ταῦτα Δελφῶν τὰ πεδία, ταῦτα ἡ πρόσοδος, ἐντεῦθεν ἡ εὐπορία, ἐντεῦθεν αἱ τροφαὶ - χρὴ γὰρ τἀληθῆ πρός γε ἡμᾶς αὐτοὺς λέγειν - καὶ τὸ λεγόμενον ὑπὸ τῶν ποιητῶν, ἄσπαρτα ἡμῖν καὶ ἀνήροτα φύεται τὰ πάντα ὑπὸ γεωργῷ τῷ θεῷ, ὃς οὐ μόνον τὰ παρὰ τοῖς Ἕλλησιν ἀγαθὰ γιγνόμενα παρέχει, ἀλλ εἴ τι ἐν Φρυξὶν ἢ Λυδοῖς ἢ Πέρσαις ἢ Ἀσσυρίοις ἢ Φοίνιξιν ἢ Ἰταλιώταις ἢ Ὑπερβορέοις αὐτοῖς, πάντα ἐς Δελφοὺς ἀφικνεῖται. καὶ τὰ δεύτερα μετὰ τὸν θεὸν ἡμεῖς τιμώμεθα ὑφ ἁπάντων καὶ εὐποροῦμεν καὶ εὐδαιμονοῦμεν: ταῦτα τὸ ἀρχαῖον, ταῦτα τὸ μέχρι νῦν καὶ μὴ παυσαίμεθά γε οὕτω βιοῦντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기