호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δέομαι δὲ ὑμῶν Δελφὸς καὶ αὐτὸς ὢν καὶ τὸ ἴσον μετέχων τῆς τε δημοσίας εὐκλείας, εἰ φυλάττοιτο, καὶ τῆς ἐναντίας δόξης, εἰ ἐκ τῶν παρόντων προσγένοιτο, μήτ ἀποκλείειν τὸ ἱερὸν τοῖς εὐσεβοῦσι μήτε τὴν πόλιν πρὸς ἅπαντας ἀνθρώπους διαβάλλειν ὡς τὰ πεμπόμενα τῷ θεῷ συκοφαντοῦσαν καὶ ψήφῳ καὶ δικαστηρίῳ δοκιμάζουσαν τοὺς ἀνατιθέντας:? οὐδεὶς γὰρ ἔτι ἀναθεῖναι τολμήσειεν ἂν εἰδὼς οὐ προσησόμενον τὸν θεὸν ὅ τι ἂν μὴ πρότερον Δελφοῖς δοκῇ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기