호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑμεῖς δέ, ὦ Δελφοί, δίκαια ποιήσετε θύσαντες μὲν ὑπὲρ ἐμοῦ μετὰ τῶν πρέσβεων, ἀναθέντες δὲ τὸν ταῦρον ἐν καλῷ τοῦ ἱεροῦ, ὡς πάντες εἰδεῖεν οἱο῀ς ἐγὼ πρὸς τοὺς πονηρούς εἰμι καὶ ὅπως ἀμύνομαι τὰς περιττὰς ἐς κακίαν ἐπιθυμίας αὐτῶν.? ἱκανὸν γοῦν καὶ τοῦτο μόνον δηλῶσαί μου τὸν τρόπον, Περίλαος κολασθεὶς καὶ ὁ ταῦρος ἀνατεθεὶς καὶ μηκέτι φυλαχθεὶς πρὸς ἄλλων κολαζομένων αὐλήματα μηδὲ μελῳδήσας ἄλλο ἔτι πλὴν μόνα τὰ τοῦ τεχνίτου μυκήματα, καὶ ὅτι ἐν μόνῳ αὐτῷ καὶ πεῖραν ἔλαβον τῆς τέχνης καὶ κατέπαυσα τὴν ἄμουσον ἐκείνην καὶ ἀπάνθρωπον ᾠδήν. καὶ τὰ μὲν παρόντα ταῦτα παρ ἐμοῦ τῷ θεῷ: ἀναθήσω δὲ καὶ ἄλλα πολλάκις, ἐπειδάν μοι παράσχῃ μηκέτι δεῖσθαι κολάσεων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기