- 텍스트

Lucian, Phalaris, book 1 6:

(루키아노스, Phalaris, book 1 6:)

τί οὖν ἐγὼ μετὰ τοῦτο ἐποίησα·? μεταστειλάμενος τοὺς αἰτίους καὶ λόγου μεταδοὺς αὐτοῖς καὶ τοὺς ἐλέγχους παραγαγὼν καὶ σαφῶς ἐξελέγξας ἕκαστα, ἐπεὶ μηδ αὐτοὶ ἔτι ἔξαρνοι ἦσαν, ἠμυνόμην ἀγανακτῶν τὸ πλέον οὐχ ὅτι ἐπεβεβουλεύμην, ἀλλ ὅτι μὴ εἰάθην ὑπ αὐτῶν ἐν ἐκείνῃ τῇ προαιρέσει μεῖναι, ἣν ἐξ ἀρχῆς ἐνεστησάμην. καὶ τὸ ἀπ ἐκείνου φυλάττων μὲν ἐμαυτὸν διατελῶ, ἐκείνων δὲ τοὺς ἀεὶ ἐπιβουλεύοντάς μοι κολάζων. εἶθ οἱ ἄνθρωποι ἐμὲ τῆς ὠμότητος αἰτιῶνται οὐκέτι λογιζόμενοι παρὰ ποτέρου ἡμῶν ἦν ἡ πρώτη τούτων ἀρχή, συνελόντες δὲ τἀν μέσῳ καὶ ἐφ οἷς ἐκολάζοντο τὰς τιμωρίας αὐτὰς ᾐτιῶντο καὶ τὰς δοκούσας ἐν αὐταῖς ὠμότητας, ὅμοιον ὡς εἴ τις παρ ὑμῖν ἱερόσυλόν τινα ἰδὼν ἀπὸ τῆς πέτρας ῥιπτόμενον ἃ μὲν ἐτόλμησε μὴ λογίζοιτο, ὡς νύκτωρ ἐς τὸ ἱερὸν παρῆλθε καὶ κατέσπασε τὰ ἀναθήματα καὶ τοῦ ξοάνου ἥψατο, κατηγοροίη δὲ ὑμῶν πολλὴν τὴν ἀγριότητα, ὅτι Ἕλληνές τε καὶ ἱεροὶ εἶναι λέγοντες ὑπεμείνατε ἄνθρωπον Ἕλληνα πλησίον τοῦ ἱεροῦ - καὶ γὰρ οὐ πάνυ πόρρω τῆς πόλεως εἶναι λέγεται ἡ πέτρα - κολάσει τοιαύτῃ περιβαλεῖν. ἀλλ, οἶμαι, αὐτοὶ καταγελάσεσθε, ἢν ταῦτα λέγῃ τις καθ ὑμῶν, καὶ οἱ ἄλλοι πάντες ἐπαινέσονται ὑμῶν τὴν κατὰ τῶν ἀσεβούντων ὠμότητα.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION