호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ γὰρ οὐ τῶν ἀφανῶν ἐν Ἀκράγαντι ὤν, ἀλλ εἰ καί τις ἄλλος εὖ γεγονὼς καὶ τραφεὶς ἐλευθερίως καὶ παιδείᾳ προσεσχηκώς, ἀεὶ διετέλουν τῇ μὲν πόλει δημοτικὸν ἐμαυτὸν παρέχων, τοῖς δὲ συμπολιτευομένοις ἐπιεικῆ καὶ μέτριον, βίαιον δὲ ἢ σκαιὸν ἢ ὑβριστικὸν ἢ αὐθέκαστον οὐδεὶς οὐδὲν ἐπεκάλει μου τῷ προτέρῳ ἐκείνῳ βίῳ.? ἐπειδὴ δὲ ἑώρων τοὺς τἀναντία μοι πολιτευομένους ἐπιβουλεύοντας καὶ ἐξ ἅπαντος. τρόπου ἀνελεῖν με ζητοῦντας - διῄρητο δὲ ἡμῶν τότε ἡ πόλις - μίαν ταύτην ἀποφυγὴν καὶ ἀσφάλειαν εὑρ´ισκον, τὴν αὐτὴν ἅμα καὶ τῇ πόλει σωτηρίαν, εἰ ἐπιθέμενος τῇ ἀρχῇ ἐκείνους μὲν ἀναστείλαιμι καὶ παύσαιμι ἐπιβουλεύοντας, τὴν πόλιν δὲ σωφρονεῖν καταναγκάσαιμι: καὶ ἦσαν γὰρ οὐκ ὀλίγοι ταῦτα ἐπαινοῦντες, ἄνδρες μέτριοι καὶ φιλοπόλιδες, οἳ καὶ τὴν γνώμην ᾔδεσαν τὴν ἐμὴν καὶ τῆς ἐπιχειρήσεως τὴν ἀνάγκην τούτοις οὖν ^ συναγωνισταῖς χρησάμενος ῥᾳδίως ἐκράτησα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기