- 텍스트

Lucian, Nigrinus, Nigrinou Fiaosofia 1:

(루키아노스, Nigrinus, Nigrinou Fiaosofia 1:)

ὡς σεμνὸς ἡμῖν σφόδρα καὶ μετέωρος ἐπανελήλυθας.? οὐ τοίνυν προσβλέπειν ἡμᾶς ἔτι ἀξιοῖς οὔτε ὁμιλίας μεταδίδως οὔτε κοινωνεῖς τῶν ὁμοίων λόγων, ἀλλ ἄφνω μεταβέβλησαι καὶ ὅλως ὑπεροπτικῷ τινι ἐοίκας. ἡδέως δ ἂν παρὰ σοῦ πυθοίμην, ὅθεν οὕτως ἀτόπως ἔχεις καὶ τί τούτων αἴτιον, Τί γὰρ ἄλλο γε, ὦ ἑταῖρε, ἢ εὐτυχία· πῶς λέγεις· ὁδοῦ πάρεργον ἥκω σοι εὐδαίμων τε καὶ μακάριος γεγενημένος καὶ τοῦτο δὴ τὸ ἀπὸ τῆς σκηνῆς ὄνομα, τρισόλβιος. Ἡράκλεις, οὕτως ἐν βραχεῖ· καὶ μάλα. τί δέ , τὸ μετὰ τοῦτο ἐστιν ἐφ ὅτῳ καὶ κομᾷς· ἵνα μὴ ἐν κεφαλαίῳ μόνῳ εὐφραινώμεθα, ἔχωμεν δέ τι καὶ ἀκριβὲς εἰδέναι τὸ πᾶν ἀκούσαντες. οὐ θαυμαστὸν εἶναί σοι δοκεῖ. πρὸς Διός, ἀντί μὲν δούλου με ἐλεύθερον, ἀντὶ δὲ πένητος ὡς ἀληθῶς πλούσιον, ἀντὶ δὲ ἀνοήτου τε καὶ τετυφωμένου γενέσθαι μετριώτερον·?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION