- 텍스트

Lucian, Judicium vocalium, (no name) 5:

(루키아노스, Judicium vocalium, (no name) 5:)

καὶ ὅ γε πρῶτος ἡμῖν τοὺς νόμους τούτους διατυπώσας, εἴτε Κάδμος ὁ νησιώτης εἴτε Παλαμήδης ὁ Ναυπλίου, - καὶ Σιμωνίδῃ δὲ ἔνιοι προσάπτουσι τὴν προμήθειαν ταύτην - οὐ τῇ τάξει μόνον, καθ ἣν αἱ προεδρίαι βεβαιοῦνται διώρισαν, τί πρῶτον ἔσται ἢ δεύτερον, ἀλλὰ καὶ ποιότητας, ἃς ἕκαστον ἡμῶν ἔχει, καὶ δυνάμεις συνεῖδον.? καὶ ὑμῖν μέν, ὦ δικασταί, τὴν μείζω δεδώκασι τιμήν, ὅτι καθ αὑτὰ δύνασθε φθέγγεσθαι, ἡμιφώνοις δὲ τὴν ἐφεξῆς, ὅτι προσθήκης εἰς τὸ ἀκουσθῆναι δεῖται: πασῶν δὲ ἐσχάτην ἐνόμισαν ἔχειν μοῖραν ἐννέα ^ τῶν πάντων, οἷς οὐδὲ φωνὴ πρόσεστι καθ αὑτά. τὰ μὲν οὖν φωνήεντα φυλάσσειν ἐοίκε τοὺς νόμους τούτους.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION