호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ μὲν γὰρ ἀκριβὲς τοῦτο τῆς φωνῆς καὶ καθαρῶς Ιὠνικὸν καὶ ὅτι ὁμιλῆσαι στωμύλη καὶ πολὺ τῶν Ἀττικῶν χαρίτων ἔχουσα οὐδὲ θαυμάζειν ἄξιον πάτριον γὰρ αὐτῇ καὶ προγονικόν, οὐδὲ ἄλλως ἐχρῆν μετέχουσαν τῶν Ἀθηναίων κατὰ τὴν ἀποικίαν.? οὐδὲ γὰρ οὐδὲ ἐκεῖνο θαυμάσαιμ ἄν, εἰ καὶ ποιήσει χαίρει καὶ τὰ πολλὰ ταύτῃ ὁμιλεῖ, τοῦ Ὁμήρου πολῖτις οὖσα. μία μὲν δή σοι, ὦ Λυκῖνε, καλλιφωνίας αὕτη καὶ ᾠδῆς εἰκών, ὡς ἄν τις ἐπὶ τὸ ἔλαττον εἰκάσειεν. σκόπει δὲ δὴ καὶ τὰς ἄλλας: οὐ γὰρ μίαν ὥσπερ σὺ ἐκ πολλῶν συνθεὶς ἐπιδεῖξαι διέγνωκα - ἧττον γὰρ τοῦτο καὶ γραφικόν, συντελεσθὲν: κάλλη τοσαῦτα καὶ πολυειδές τι ἐκ πολλῶν ἀποτελεῖν αὐτὸ αὑτῷ ἀνθαμιλλώμενον - ἀλλ αἱ πᾶσαι τῆς ψυχῆς ἀρεταὶ καθ ἑκάστην εἰκὼν μία γεγράψεται πρὸς τὸ ἀρχέτυπον μεμιμημένη. ἑορτήν, ὦ Πολύστρατε, καὶ πανδαισίαν ἐπαγγέλλεις. ἐοίκας γοῦν λώϊον ὡς ἀληθῶς ἀποδώσειν μοι τὸ μέτρον. ἐπιμέτρει δ οὖν ὡς οὐκ ἔστιν ὃ τι ἂν ἄλλο ποιήσας μᾶλλον χαρίσαιό μοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기