호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ Σιδωνίου ποτὲ σοφιστοῦ Ἀθήνησιν εὐδοκιμοῦντος καὶ λέγοντος ὑπὲρ αὑτοῦ ἔπαινόν τινα τοιοῦτον, ὅτι πάσης φιλοσοφίας πεπείραται - οὐ χεῖρον δὲ αὐτὰ εἰπεῖν ἃ ἔλεγεν Εἂν Ἀριστοτέλης με καλῇ ἐπὶ τὸ Λύκειον, ἕψομαι:? ἂν Πλάτων ἐπὶ τὴν Ἀκαδημίαν, ἀφίξομαι: ἂν Ζήνων, ἐν τῇ Ποικίλῃ διατρίψω: ἂν Πυθαγόρας καλῇ, σιωπήσομαι. ἀναστὰς οὖν ἐκ μέσων τῶν ἀκροωμένων, Οὗτος, ἔφη προσειπὼν τὸ ὄνομα, καλεῖ σε Πυθαγόρας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기