- 텍스트

Lucian, De mercede, (no name) 35:

(루키아노스, De mercede, (no name) 35:)

τοιαῦτα ἐντρυφῶσι, μᾶλλον δὲ ἐνυβρίζουσι τοῖς συνοῦσι, κατὰ μικρὸν αὐτοὺς χειροήθεις τῇ ὕβρει παρασκευάζοντες.? οἶδα δ ἐγὼ καὶ ῥήτορα τῶν καρχάρων ἐπὶ τῷ δείπνῳ κελευσθέντα μελετήσαντα μὰ τὸν Δί οὐκ ἀπαιδεύτως, ἀλλὰ πάνυ τορῶς καὶ συγκεκροτημένως: ἐπῃνεῖτο γοῦν μεταξὺ πινόντων οὐ πρὸς ὕδωρ μεμετρημένον, ἀλλὰ πρὸς οἴνου ἀμφορέας λέγων, καὶ τοῦτο ὑποστῆναι τὸ τόλμημα ἐπὶ διακοσίαις δραχμαῖς ἐλέγετο. ταῦτα μὲν οὖν ἴσως μέτρια. ἢν δὲ ποιητικὸς αὐτὸς ἢ συγγραφικὸς ὁ πλούσιος ᾖ, παρὰ τὸ δεῖπνον τὰ αὑτοῦ ῥαψῳδῶν, τότε καὶ μάλιστα διαρραγῆναι χρὴ ἐπαινοῦντα καὶ κολακεύοντα καὶ τρόπους ἐπαίνων καινοτέρους ἐπινοοῦντα. εἰσὶ δ οἳ καὶ ἐπὶ κάλλει θαυμάζεσθαι ἐθέλουσιν, καὶ δεῖ Ἀδώνιδας αὐτοὺς καὶ Υἁκίνθους ἀκούειν, πήχεως ἐνίοτε τὴν ῥῖνα ἔχοντας. σὺ δ οὖν ἂν μὴ ἐπαινῇς, εἰς τὰς λιθοτομίας τὰς Διονυσίου εὐθὺς ἀφίξῃ ὡς καὶ φθονῶν καὶ ἐπιβουλεύων αὐτῷ. χρὴ δὲ καὶ σοφοὺς καὶ ῥήτορας εἶναι αὐτούς, κἂν εἴ τι σολοικίσαντες τύχωσιν, αὐτὸ τοῦτο τῆς Ἀττικῆς καὶ τοῦ Ὑμηττοῦ μεστοὺς δοκεῖν τοὺς λόγους καὶ νόμον εἶναι τὸ λοιπὸν οὕτω λέγειν.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION