- 텍스트

Lucian, De mercede, (no name) 31:

(루키아노스, De mercede, (no name) 31:)

ἔτι σου ταῦτα διαλογιζομένου ὁ κώδων ἤχησεν, καὶ χρὴ τῶν ὁμοίων ἔχεσθαι καὶ περινοστεῖν καὶ ἑστάναι, ὑπαλείψαντά γε πρότερον τοὺς βουβῶνας καὶ τὰς ἰγνύας, εἰ θέλεις διαρκέσαι πρὸς τὸν ἆθλον.? εἶτα δεῖπνον ὅμοιον καὶ εἰς τὴν αὐτὴν ὡρ´αν περιηγμένον. καί σοι τὰ τῆς διαίτης πρὸς τὸν πάλαι βίον ἀντίστροφα, καὶ ἡ ἀγρυπνία δὲ καὶ ὁ ἱδρὼς καὶ ὁ κάματος ἠρέμα ἤδη ὑπορύττουσιν, ἢ φθόην ἢ περιπνευμονίαν ἢ κώλου ἄλγημα ἢ τὴν καλὴν ποδάγραν ἀναπλάττοντες. ἀντέχεις δὲ ὅμως, καὶ πολλάκις κατακεῖσθαι δέον, οὐδὲ τοῦτο συγκεχώρηται: σκῆψις γὰρ ἡ νόσος καὶ φυγὴ τῶν καθηκόντων ἔδοξεν. ὥστ ἐξ ἁπάντων ὠχρὸς ἀεὶ καὶ ὅσον οὐδέπω τεθνηξομένῳ ἐοίκας.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION