호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπειδὰν δὲ ἄσιτόν τε καὶ ἄποτον ἡ νὺξ καταλάβῃ, λουσάμενος πονηρῶς ἀωρὶ περὶ αὐτό που σχεδὸν τὸ μεσονύκτιον ἥκεις ἐπὶ τὸ δεῖπνον, οὐκέθ ὁμοίως ἔντιμος οὐδὲ περίβλεπτος τοῖς παροῦσιν, ἀλλ ἤν τις ἄλλος ἐπεισέλθῃ νεαλέστερος, εἰς τοὐπίσω σύ καὶ οὕτως εἰς τὴν ἀτιμοτάτην γωνίαν ἐξωσθεὶς κατάκεισαι μάρτυς μόνον τῶν παραφερομένων, τὰ ὀστᾶ, εἰ ἐφίκοιτο μέχρι σοῦ, καθάπερ οἱ κύνες περιεσθίων ἢ τὸ σκληρὸν τῆς μαλάχης φύλλον ᾧ τὰ ἄλλα συνειλοῦσιν, εἰ ὑπεροφθείη ὑπὸ τῶν προκατακειμένων, ἄσμενος ὑπὸ λιμοῦ παροψώμενος.? "οὐδ ἀϊόντι ἐοίκεν. ^ Οὐ μὴν οὐδὲ ἡ ἄλλη ὕβρις ἄπεστιν, ἀλλ οὔτε ᾠὸν ἔχεις μόνος - οὐ γὰρ ἀναγκαῖόν ἐστιν καὶ σὲ τῶν αὐτῶν ἀεὶ τοῖς ξένοις καὶ ἀγνώστοις ἀντιποιεῖσθαι: ἀγνωμοσύνη γὰρ δὴ ^ τοῦτό γε - οὔτε ἡ ὄρνις ὁμοία ταῖς ἄλλαις, ἀλλὰ τῷ μὲν πλησίον παχεῖα καὶ πιμελής, σοὶ δὲ νεοττὸς ἡμίτομος ἢ φάττα τις ὑπόσκληρος, ὕβρις ἄντικρυς καὶ ἀτιμία. "σὺ γὰρ ἡμέτερος εἶ. τεμνομένου μὲν γὰρ ἐν. τῷ μέσῳ ἢ συὸς ὑπογαστρίου ἢ ἐλάφου, χ· χρὴ ἐκ παντὸς ἢ τὸν διανέμοντα ἵλεων ἔχειν ἢ τὴν Προμηθέως μερίδα φέρεσθαι, ὀστᾶ κεκαλυμμένα τῇ πιμελῇ. τὸ γὰρ τῷ μὲν ὑπὲρ σὲ τὴν λοπάδα παρεστάναι ἔστ ἂν ἀπαγορεύσῃ^ ἐμφορούμενος, σὲ δὲ οὕτω ταχέως παραδραμεῖν, τίνι φορητὸν ἐλευθέρῳ ἀνδρὶ κἂν ὁπόσην αἱ ἔλαφοι τὴν χολὴν ἔχοντι· καίτοι οὐδέπω ἐκεῖνο ἔφην ὅτι τῶν ἄλλων ἥδιστόν τε καὶ παλαιότατον οἶνον πινόντων μόνος σὺ πονηρόν τινα καὶ παχὺν πίνεις, θεραπεύων ἀεὶ ἐν ἀργύρῳ ἢ χρυσῷ πίνειν, ὡς μὴ ἐλεγχθείης ἀπὸ τοῦ χρώματος οὕτως ἄτιμος ὢν συμπότης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기