- 텍스트

Lucian, De mercede, (no name) 16:

(루키아노스, De mercede, (no name) 16:)

τὰ δ ἄλλα ποικίλος εἶ καὶ θορύβου πλέως τὴν ψυχήν, πρὸς ἕκαστα τῶν πραττομένων ἐκπεπληγμένος, καὶ ἄρτι μὲν εὐδαιμονίζεις τὸν πλούσιον τοῦ χρυσοῦ καὶ τοῦ ἐλέφαντος καὶ τῆς τοσαύτης τρυφῆς, ἄρτι δὲ οἰκτείρεις σεαυτόν, ὡς τὸ μηδὲν ὢν εἶτα ζῆν ὑπολαμβάνεις.? ἐνίοτε δὲ κἀκεῖνο εἰσέρχεταί σε, ὡς ζηλωτόν τινα βιώσῃ τὸν βίον ἅπασιν ἐκείνοις ἐντρυφήσων καὶ μεθέξων αὐτῶν ἐξ ἰσοτιμίας: οἰεί γὰρ εἰσαεὶ Διονύσια ἑορτάσειν. καί που καὶ μειράκια ὡραῖα διακονούμενα καὶ ἠρέμα προσμειδιῶντα γλαφυρωτέραν ὑπογράφει σοι τὴν μέλλουσαν διατριβήν, ὥστε συνεχῶς τὸ Ὁμηρικὸν ἐκεῖνο ἐπιφθέγγεσθαι, οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς πολλὰ πονεῖν καὶ ὑπομένειν ὑπὲρ τῆς τοσαύτης . εὐδαιμονίας. Φιλοτησίαι τὸ ἐπὶ τούτῳ, καὶ σκύφον εὐμεγέθη τινὰ αἰτήσας προὔπιέν σοι τῷ διδασκάλῳ, ἢ ὁτιδήποτε προσειπών: σὺ δὲ λαβών, ὅτι μὲν τί σε καὶ αὐτὸν ὑπειπεῖν ἔδει ἠγνόησας ὑπ ἀπειρίας, καὶ ἀγροικίας δόξαν ὦφλες.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION