- 텍스트

Lucian, De mercede, (no name) 7:

(루키아노스, De mercede, (no name) 7:)

λοιπὸν δὴ καὶ ἀληθέστατον μέν, ἥκιστα δὲ πρὸς αὐτῶν λεγόμενον, ἡδονῆς ἕνεκα καὶ τῶν πολλῶν καὶ ἀθρόων ἐλπίδων εἰσπηδᾶν αὐτοὺς εἰς τὰς οἰκίας, καταπλαγέντας μὲν τὸ πλῆθος τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου, εὐδαιμονήσαντας δὲ ἐπὶ τοῖς δείπνοις καὶ τῇ ἄλλῃ τρυφῇ, ἐλπίσαντας δὲ ὅσον αὐτίκα χανδὸν οὐδενὸς ἐπιστομίζοντος πίεσθαι τοῦ χρυσίου.? ταῦτα ὑπάγει αὐτοὺς καὶ δούλους ἀντὶ ἐλευθέρων τίθησιν - οὐχ ἡ τῶν ἀναγκαίων χρεία, ἣν ἔφασκον, ἀλλ ἡ τῶν οὐκ ἀναγκαίων ἐπιθυμία καὶ ὁ τῶν πολλῶν καὶ πολυτελῶν ἐκείνων ζῆλος. τοιγαροῦν ὥσπερ δυσέρωτας αὐτοὺς καὶ κακοδαίμονας ἐραστὰς ἔντεχνοί τινες καὶ τρίβωνες ἐρώμενοι παραλαβόντες ὑπεροπτικῶς περιέπουσιν, ὅπως ἀεὶ ἐρασθήσονται αὐτῶν θεραπεύοντες, ἀπολαῦσαι δὲ τῶν παιδικῶν ἀλλ οὐδὲ μέχρι φιλήματος ἄκρου μεταδιδόντες: ἴσασι γὰρ ἐν τῷ τυχεῖν τὴν διάλυσιν τοῦ ἔρωτος γενησομένην. ταύτην οὖν ἀποκλείουσιν καὶ ζηλοτύπως φυλάττουσιν τὰ δὲ ἄλλα ἐπ ἐλπίδος ἀεὶ τὸν ἐραστὴν ἔχουσιν. δεδίασι γὰρ μὴ αὐτὸν ἡ ἀπόγνωσις ἀπαγάγῃ τῆς ἄγαν ἐπιθυμίας καὶ ἀνέραστος αὐτοῖς γένηται: προσμειδιῶσιν οὖν καὶ ὑπισχνοῦνται καὶ ἀεὶ εὖ ποιήσουσι καὶ χαριοῦνται καὶ ἐπιμελήσονται πολυτελῶς. εἶτ ἔλαθον ἄμφω γηράσαντες, ἔξωροι γενόμενοι καὶ οὗτος τοῦ ἐρᾶν κἀκεῖνος τοῦ μεταδιδόναι. πέπρακται δ οὖν αὐτοῖς οὐδὲν ἐν ἅπαντι τῷ βίῳ πέρα τῆς ἐλπίδος.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION