- 텍스트

Lucian, De Syria dea, (no name) 46:

(루키아노스, De Syria dea, (no name) 46:)

βάθος δὲ τῆς λίμνης πολλόν.? ἐγὼ μὲν οὐκ ἐπειρήθην, λέγουσι δ ὦν καὶ διηκοσίων ὀργυιέων πλέον ἔμμεναι. κατὰ μέσον δὲ αὐτῆς βωμὸς λίθου ἀνέστηκεν. δοκέοις ἂν ἄφνω ἰδὼν πλώειν τέ μιν καὶ τῷ ὕδατι ἐποχέεσθαι, καὶ πολλοὶ ὧδε νομίζουσιν ἐμοὶ δὲ δοκέει στῦλος ὑφεστεὼς μέγας ἀνέχειν τὸν βωμόν. ἔστεπται δὲ ἀεὶ καὶ θυώματα ἔχει, πολλοὶ δὲ καὶ ἑκάστης ἡμέρης κατ εὐχὴν ἐς αὐτὸν νηχόμενοι στεφανηφορέουσιν.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION