- 텍스트

Lucian, Contemplantes, (no name) 12:

(루키아노스, Contemplantes, (no name) 12:)

εἰπέ μοι, ὦ Κροῖσε, οἰεί γάρ τι δεῖσθαι τῶν πλίνθων τούτων τὸν Πύθιον·? νὴ Δί: οὐ γάρ ἐστιν αὐτῷ ἐν Δελφοῖς ἀνάθημα οὐδὲν τοιοῦτον. οὐκοῦν μακάριον οἰεί τὸν θεὸν ἀποφανεῖν εἰ κτήσαιτο σὺν τοῖς ἄλλοις καὶ πλίνθους χρυσᾶς· πῶς γὰρ οὔ· πολλήν μοι λέγεις, ὦ Κροῖσε, πενίαν ἐν τῷ οὐρανῷ, εἰ ἐκ Λυδίας μεταστέλλεσθαι τὸ χρυσίον δεήσει αὐτούς, ἢν ἐπιθυμήσωσι. ποῦ γὰρ τοσοῦτος ἂν γίνοιτο χ· χρυσὸς ὅσος παρ ἡμῖν· εἰπέ μοι, σίδηρος δὲ φύεται ἐν Λυδίᾳ· οὐ πάνυ τι. τοῦ βελτίονος ἄρα ἐνδεεῖς ἐστε. πῶς ἀμείνων ὁ σίδηρος χρυσίου· ἢν ἀποκρίνῃ μηδὲν ἀγανακτῶν, μάθοις ἄν. ἐρώτα, ὦ Σόλων. πότεροι ἀμείνους, οἱ σώζοντές τινας ἢ οἱ σωζόμενοι πρὸς αὐτῶν· οἱ σώζοντες δηλαδή. ἆρ οὖν, ἢν Κῦρος, ὡς λογοποιοῦσι τινες, ἐπίῃ Λυδοῖς, χρυσᾶς μαχαίρας σὺ ποιήσῃ τῷ στρατῷ, ἢ ὁ σίδηρος ἀναγκαῖος τότε· ὁ σίδηρος δῆλον ὅτι. καὶ εἴ γε τοῦτον μὴ παρασκευάσαιο, οἴχοιτο ἄν σοι ὁ χρυσὸς ἐς Πέρσας αἰχμάλωτος. εὐφήμει, ἄνθρωπε. μὴ γένοιτο μὲν οὕτω ταῦτα: φαίνῃ δ οὖν ἀμείνω τοῦ χρυσοῦ τὸν σίδηρον ὁμολογῶν. οὐκοῦν καὶ τῷ θεῷ σιδηρᾶς πλίνθους κελεύεις ἀνατιθέναι με, τὸν δὲ χρυσὸν ὀπίσω αὖθις ἀνακαλεῖν· οὐδὲ σιδήρου ἐκεῖνός γε δεήσεται, ἀλλ ἤν, τε χαλκὸν ἤν τε χρυσὸν ἀναθῇς, ἄλλοις μέν ποτε κτῆμα καὶ ἑρ´μαιον ἔσῃ ἀνατεθεικώς, Φωκεῦσιν ἢ Βοιωτοῖς ἢ Δελφοῖς αὐτοῖς ἤ τινι τυράννῳ ἢ λῃστῇ, τῷ δὲ θεῷ ὀλίγον μέλει τῶν σῶν χρυσοποιιῶν. ἀεὶ σύ μου τῷ πλούτῳ προσπολεμεῖς καὶ φθονεῖς.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION