- 텍스트

Lucian, Contemplantes, (no name) 5:

(루키아노스, Contemplantes, (no name) 5:)

παπαῖ, κάτω ἔτι ἐσμὲν ἐν ὑπωρείᾳ τοῦ οὐρανοῦ:? ἀπὸ μὲν γὰρ τῶν ἑῴων μόγις Ιὠνία καὶ Λυδία φαίνεται, ἀπὸ δὲ τῆς ἑσπέρας οὐ πλέον Ἰταλίας καὶ Σικελίας, ἀπὸ δὲ τῶν ἀρκτῴων τὰ ἐπὶ τάδε τοῦ Ἴστρου μόνον, κἀκεῖθεν ἡ Κρήτη οὐ πάνυ σαφῶς. μετακινητέα ἡμῖν, ὦ πορθμεῦ, καὶ ἡ Οἴτη, ὡς ἐοίκεν, εἶτα ὁ Παρνασσὸς ἐπὶ πᾶσιν. οὕτω ποιῶμεν. ὁρ´α μόνον μὴ λεπτότερον ἐξεργασώμεθα τὸ ἔργον ἀπομηκύναντες πέρα τοῦ πιθανοῦ, εἶτα συγκαταρριφέντες αὐτῷ πικρᾶς τῆς Ὁμήρου οἰκοδομικῆς πειραθῶμεν συντριβέντες τῶν κρανίων. θάρρει: ἀσφαλῶς γὰρ ἕξει ἅπαντα. μετατίθει τὴν Οἴτην ἐπικυλινδείσθω ὁ Παρνασσός, ἰδοὺ δή, ἐπάνειμι αὖθις: εὖ ἔχει: πάντα ὁρῶ: ἀνάβαινε ἤδη καὶ σύ. ὄρεξον, ὦ Ἑρμῆ, τὴν χεῖρα: οὐ γὰρ ἐπὶ μικρὰν με ταύτην μηχανὴν ἀναβιβάζεις. εἴ γε καὶ ἰδεῖν ἐθέλεις, ὦ Χάρων, ἅπαντα: οὐκ ἔνι δὲ ἄμφω καὶ ἀσφαλῆ καὶ φιλοθεάμονα εἶναι. ἀλλ ἔχου μου τῆς δεξιᾶς καὶ φείδου μὴ κατὰ τοῦ ὀλισθηροῦ πατεῖν. εὖ γε, ἀνελήλυθας καὶ σύ καὶ ἐπείπερ δικόρυμβος ὁ Παρνασσός ἐστι, μίαν ἑκάτερος ἄκραν ἀπολαβόμενοι καθεζώμεθα: σὺ δέ μοι ἤδη ἐν κύκλῳ περιβλέπων ἐπισκόπει ἅπαντα.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION