- 텍스트

Lucian, Calumniae non temere credundum, (no name) 19:

(루키아노스, Calumniae non temere credundum, (no name) 19:)

ἡ δ"οὖν κολακεία καὶ ἡ διαβολὴ τότε μάλιστα χώραν ἔσχε πρὸς τὸ Ἀλεξάνδρου πάθος συντιθεμένη:? καθάπερ γὰρ ἐν πολιορκίᾳ οὐκ ἐπὶ τὰ ὑψηλὰ καὶ ἀπόκρημνα καὶ ἀσφαλῆ τοῦ τείχους προσίασιν οἱ πολέμιοι, ἀλλ ᾗ ἂν ἀφύλακτόν τι μέρος ἢ σαθρὸν αἴσθωνται ἢ ταπεινόν, ἐπὶ τοῦτο πάσῃ] δυνάμει χωροῦσιν ὡς ῥᾷστα παρεισδῦναι καὶ ἑλεῖν δυνάμενοι, οὕτω καὶ οἱ διαβάλλοντες ὃ τι ἂν ἀσθενὲς ἴδωσι τῆς ψυχῆς καὶ ὑπόσαθρον καὶ εὐεπίβατον, τούτῳ προσβάλλουσι καὶ προσάγουσι τὰς μηχανάς, καὶ τέλος ἐκπολιορκοῦσι μηδενὸς ἀντιταττομένου μηδὲ τὴν ἔφοδον αἰσθομένου. εἶτ ἐπειδὰν ἐντὸς ἅπαξ τῶν τειχῶν γένωνται, πυρπολοῦσι πάντα καὶ παίουσι καὶ σφάττουσι καὶ ἐξελαύνουσιν, οἱᾶ εἰκὸς ἁλισκομένης ψυχῆς καὶ ἐξηνδραποδισμένης ἔργα εἶναι.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION