- 텍스트

Lucian, Calumniae non temere credundum, (no name) 14:

(루키아노스, Calumniae non temere credundum, (no name) 14:)

ἐνίοτε μέντοι καὶ ὁ ἀκροώμενος αὐτὸς ὑποβάλλει τῆς διαβολῆς τὰς ἀφορμάς, καὶ πρὸς τὸν ἐκείνου τρόπον οἱ κακοήθεις αὐτοὶ ἁρμοζόμενοι εὐστοχοῦσιν.? ἢν μὲν γὰρ ζηλότυπον αὐτὸν ὄντα ἴδωσι, Διένευσε, φασί, τῇ γυναικί σου παρὰ τὸ δεῖπνον καὶ ἀπιδὼν ἐς αὐτὴν ἐστέναξε, καὶ ἡ Στρατονίκη πρὸς αὐτὸν οὐ μάλα ἀηδῶς: καὶ ὅλως ἐρωτικαί τινες καὶ μοιχικαὶ πρὸς αὐτὸν αἱ διαβολαί. ἢν δὲ ποιητικὸς ᾖ καὶ ἐπὶ τούτῳ μέγα φρονῇ, Μὰ Δί ἐχλεύασέ σου Φιλόξενος τὰ ἔπη καὶ διέσυρε καὶ ἄμετρα εἶπεν αὐτὰ καὶ κακοσύνθετα. πρὸς δὲ τὸν εὐσεβῆ καὶ φιλόθεον ὡς ἄθεος καὶ ἀνόσιος ὁ φίλος διαβάλλεται καὶ ὡς τὸ θεῖον παρωθούμενος καὶ τὴν πρόνοιαν ἀρνούμενος: ὁ δ ἀκούσας εὐθὺς μύωπι διὰ τοῦ ὠτὸς τυπεὶς διακέκαυται ὡς τὸ εἰκὸς καὶ ἀπέστραπται τὸν φίλον οὐ περιμείνας τὸν ἀκριβῆ ἔλεγχον.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION