- 텍스트

Lucian, Calumniae non temere credundum, (no name) 12:

(루키아노스, Calumniae non temere credundum, (no name) 12:)

διαβάλλεται μὲν οὖν ὡς τὸ πολὺ μάλιστα ὁ τιμώμενος καὶ διὰ τοῦτο τοῖς ὑπολειπομένοις αὐτοῦ ἐπίφθονος:? ἅπαντες γὰρ τῷδ ἐπιτοξάζονται καθάπερ τι κώλυμα καὶ ἐμπόδιον προορώμενοι, καὶ ἕκαστος οἰέται πρῶτος αὐτὸς ἔσεσθαι τὸν κορυφαῖον ἐκεῖνον ἐκπολιορκήσας καὶ τῆς φιλίας ἀποσκευασάμενος. οἱό῀ν τι καὶ ἐπὶ τοῖς γυμνικοῖς ἀγῶσιν ἐπὶ τῶν δρομέων γίγνεται: κἀκεῖ γὰρ ὁ μὲν ἀγαθὸς δρομεὺς τῆς ὕσπληγγος εὐθὺς καταπεσούσης μόνον τοῦ πρόσω ἐφιέμενος καὶ τὴν διάνοιαν ἀποτείνας πρὸς τὸ τέρμα κἀν τοῖς ποσὶ τὴν ἐλπίδα τῆς νίκης ἔχων τὸν πλησίον οὐδὲν κακουργεῖ οὐδέ τι τῶν ^ κατὰ τοὺς ἀγωνιστὰς πολυπραγμονεῖ, ὁ δὲ κακὸς ἐκεῖνος καὶ ἄναθλος ἀνταγωνιστὴς ἀπογνοὺς τὴν ἐκ τοῦ τάχους ἐλπίδα ἐπὶ τὴν κακοτεχνίαν ἐτράπετο, καὶ τοῦτο μόνον ἐξ ἅπαντος σκοπεῖ, ὅπως τὸν τρέχοντα ἐπισχὼν ἢ ἐμποδίσας ἐπιστομιεῖ, ὡς, εἰ τούτου διαμάρτοι, οὐκ ἄν ποτε νικῆσαι δυνάμενος. ὁμοίως δὲ τούτοις κἀν ταῖς φιλίαις τῶν εὐδαιμόνων τούτων γίνεται: ὁ γὰρ προέχων αὐτίκα ἐπιβουλεύεται καὶ ἀφύλακτος ἐν μέσῳ ληφθεὶς τῶν δυσμενῶν ἀνηρπάσθη, οἱ δὲ ἀγαπῶνται καὶ φίλοι δοκοῦσιν ἐξ ὧν ἄλλους βλάπτειν ἔδοξαν.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION