호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐθέλω δέ σοι καὶ διάλογον διηγήσασθαι τοῦ Γλύκωνος καὶ Σακερδῶτός τινος, Τιανοῦ ἀνθρώπου:? ὁποίου τινὸς τὴν σύνεσιν, εἴσῃ ἀπὸ τῶν ἐρωτήσεων. ἀνέγνων δὲ αὐτὸν χρυσοῖς γράμμασιν γεγραμμένον ἐν Τίῳ, ἐν τῇ τοῦ Σακερδῶτος οἰκίᾳ. "ὦ δέσποτα Γλύκων, τίς εἶ · "Ἀσκληπιὸς νέος. "ἄλλος παρ ἐκεῖνον τὸν πρότερον · "πῶς λέγεις· "οὐ θέμις ἀκοῦσαί σε τοῦτό γε. "πόσα δὲ ἡμῖν ἔτη παραμενεῖς χρησμῳδῶν· "τρίτον πρὸς τοῖς χιλίοις. "εἶτα ποῖ μεταστήσῃ · "Βάκτρα καὶ τὴν ἐκεῖ γῆν δεῖ γὰρ ἀπολαῦσαι καὶ τοὺς βαρβάρους τῆς ἐπιδημίας τῆς ἐμῆς. "τὰ δ ἄλλα χρηστήρια, τὸ ἐν Διδύμοις καὶ τὸ ἐν Κλάρῳ καὶ τὸ ἐν Δελφοῖς, ἔχουσι τὸν πατέρα τὸν Ἀπόλλω χρησμῳδοῦντα, ἢ ψευδεῖς εἰσιν οἱ νῦν ἐκπίπτοντες ἐκεῖ χρησμοί· "μηδὲ τοῦτο ἐθελήσῃς εἰδέναι: "οὐ γὰρ θέμις. "ἐγὼ δὲ τίς ἔσομαι μετὰ τὸν νῦν βίον· "κάμηλος, εἶτα ἵππος, εἶτ ἀνὴρ σοφὸς καὶ προφήτης οὐ μείων Ἀλεξάνδρου. Τοιαῦτα μὲν ὁ Γλύκων τῷ Σακερδῶτι διελέχθη. ἐπὶ τέλει δὲ χρησμὸν ἔμμετρον ἐφθέγξατο, εἰδὼς αὐτὸν Λεπίδῳ ἑταῖρον ὄντα Μὴ πείθου Λεπίδῳ, ἐπεὶ ἦ λυγρὸς οἶτος ὀπηδεῖ. πάνυ γὰρ ἐδεδίει τὸν Ἐπίκουρον, ὡς προεῖπον, ὥς τινα ἀντίτεχνον καὶ ἀντισοφιστὴν τῆς μαγγανείας αὐτοῦ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기