호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ γοῦν Σευηριανῷ δοθεὶς ὑπὲρ τῆς εἰς Ἀρμενίαν εἰσόδου τῶν αὐτοφώνων καὶ αὐτὸς ἦν.? προτρέπων γὰρ αὐτὸν ἐπὶ τὴν εἰσβολὴν οὕτως ἔφη: Πάρθους Ἀρμενίους τε θοῷ ὑπὸ δουρὶ δαμάσσας νοστήσεις Ῥώμην καὶ Θύβριδος ἀγλαὸν ὕδωρ στέμμα φέρων κροτάφοισι μεμιγμένον ἀκτίνεσσιν. εἶτ ἐπειδὴ πεισθεὶς ὁ ἠλίθιος ἐκεῖνος Κελτὸς εἰσέβαλε καὶ ἀπήλλαξεν αὐτῇ στρατιᾷ ὑπὸ τοῦ Ὀσρόου κατακοπείς, τοῦτον μὲν τὸν χρησμὸν ἐξαιρεῖ ἐκ τῶν ὑπομνημάτων, ἐντίθησιν δ ἄλλον ἀντ αὐτοῦ: μὴ σὺ γ ἐπ Ἀρμενίους ἐλάαν στρατόν, οὐ γὰρ ἄμεινον, μή σοι θηλυχίτων τις ἀνὴρ τόξου ἄπο λυγρὸν πότμον ἐπιπροϊεὶς παύσῃ βιότοιο φάους τε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기