호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐτέτακτο δὲ ὁ μισθὸς ἐφ ἑκάστῳ χρησμῷ δραχμὴ καὶ δύ ὀβολώ.? μὴ μικρὸν οἰηθῇς, ὦ ἑταῖρε, μηδ ὀλίγον γεγενῆσθαι τὸν πόρον τοῦτον, ἀλλ εἰς ἑπτὰ ἢ ὀκτὼ μυριάδας ἑκάστου ἔτους ἤθροιζεν, ἀνὰ δέκα καὶ πεντεκαίδεκα χρησμοὺς τῶν ἀνθρώπων ὑπὸ ἀπληστίας ἀναδιδόντων . λαμβάνων δὲ οὐκ αὐτὸς ἐχρῆτο μόνος οὐδ εἰς πλοῦτον ἀπεθησαύριζεν, ἀλλὰ πολλοὺς ἤδη περὶ αὑτὸν ἔχων συνεργοὺς καὶ ὑπηρέτας καὶ πευθῆνας καὶ χρησμοποιοὺς καὶ χρησμοφύλακας καὶ ὑπογραφέας καὶ ἐπισφραγιστὰς καὶ ἐξηγητάς, ἅπασιν ἔνεμεν ἑκάστῳ τὸ κατ ἀξίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기