- 텍스트

Lucian, Alexander, (no name) 14:

(루키아노스, Alexander, (no name) 14:)

εἶτ ἔθει δρόμῳ ἐπὶ τὸν ἐσόμενον νεών καὶ ἐπὶ τὸ ὄρυγμα ἐλθὼν καὶ τὴν προῳκονομημένην ^ τοῦ χρηστηρίου πηγήν, ἐμβὰς εἰς τὸ ὕδωρ ὕμνους τε ᾖδεν Ἀσκληπιοῦ καὶ Ἀπόλλωνος μεγάλῃ τῇ φωνῇ καὶ ἐκάλει τὸν θεὸν ἥκειν τύχῃ τῇ ἀγαθῇ εἰς τὴν πόλιν.? εἶτα φιάλην αἰτήσας, ἀναδόντος τινός, ῥᾳδίως ὑποβαλὼν ἀνιμᾶται μετὰ τοῦ ὕδατος καὶ τοῦ πηλοῦ τὸ ᾠὸν ἐκεῖνο ἐν ᾧ ὁ θεὸς αὐτῷ κατεκέκλειστο, κηρῷ λευκῷ καὶ ψιμυθίῳ τὴν ἁρμογὴν τοῦ πώματος συγκεκολλημένον καὶ λαβὼν αὐτὸ εἰς τὰς χεῖρας ἔχειν ἔφασκεν ἤδη τὸν Ἀσκληπιόν. οἱ δὲ ἀτενὲς ἀπέβλεπον ὅ τι καὶ γίγνοιτο, πολὺ πρότερον θαυμάσαντες τὸ ᾠὸν ἐν τῷ ὕδατι εὑρημένον. ἐπεὶ δὲ καὶ κατάξας αὐτὸ εἰς κοίλην τὴν χεῖρα ὑπεδέξατο τὸ τοῦ ἑρπετοῦ ἐκείνου ἔμβρυον καὶ οἱ παρόντες εἶδον κινούμενον καὶ περὶ τοῖς δακτύλοις εἰλούμενον, ἀνέκραγον εὐθὺς καὶ ἠσπάζοντο τὸν θεὸν καὶ τὴν πόλιν ἐμακάριζον καὶ χανδὸν ἕκαστος ἐνεπίμπλατο τῶν εὐχῶν, θησαυροὺς καὶ πλούτους καὶ ὑγιείας καὶ τὰ ἄλλα ἀγαθὰ αἰτῶν παρ αὐτοῦ. ὁ δὲ δρομαῖος αὖθις ἐπὶ τὴν οἰκίαν ἱέτο φέρων ἅμα καὶ τὸν ἀρτιγέννητον: οὐκ ἐκ Κορωνίδος μὰ Δί οὐδέ γε κορώνης, ἀλλ ἐκ χηνὸς γεγεννημένον. ὁ δὲ λεὼς ἅπας ἠκολούθει, πάντες ἔνθεοι καὶ μεμηνότες ὑπὸ τῶν ἐλπίδων. .?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION