호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη δὲ πώγωνος ὁ Ἀλέξανδρος πιμπλάμενος καὶ τοῦ Τυανέως ἐκείνου ἀποθανόντος ἐν ἀπορίᾳ καθεστώς, ἀπηνθηκυίας ἅμα τῆς ὡρ´ας, ἀφ ἧς τρέφεσθαι ἐδύνατο, οὐκέτι μικρὸν οὐδὲν ἐπενόει, ἀλλὰ κοινωνήσας Βυζαντίῳ τινὶ χορογράφῳ τῶν καθιέντων εἰς τοὺς ἀγῶνας, πολὺ καταρατοτέρῳ τὴν φύσιν - Κοκκωνᾶς δέ, οἶμαι, ἐπεκαλεῖτο - περιῄεσαν γοητεύοντες καὶ μαγγανεύοντες καὶ τοὺς παχεῖς τῶν ἀνθρώπων - οὕτως γὰρ αὐτοὶ τῇ πατρίῳ τῶν μάγων φωνῇ τοὺς πολλοὺς ὀνομάζουσιν - ἀποκείροντες.? ἐν δὴ τούτοις καὶ Μακέτιν γυναῖκα πλουσίαν, ἔξωρον μέν, ἐράσμιον δὲ ἔτι εἶναι βουλομένην, ἐξευρόντες ἐπεσιτίσαντό τε τὰ ἀρκοῦντα παρ αὐτῆς καὶ ἠκολούθησαν ἐκ τῆς Βιθυνίας εἰς τὴν Μακεδονίαν. Πελλαία δὲ ἦν ἐκείνη, πάλαι μὲν εὐδαίμονος χωρίου κατὰ τοὺς τῶν Μακεδόνων βασιλέας, νῦν δὲ ταπεινοῦ ^ καὶ ὀλιγίστους οἰκήτορας ἔχοντος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기