호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ γὰρ [ὁ τοῖ]ς ἄλλοις ὢν ἀνιαρ[ότ]ατος θάνατος τούτοις ἀρχηγὸς μεγάλων ἀγαθῶν γέγονε, πῶς τούτους ο<ὐ>κ εὐτυχεῖς κρίνειν δίκαιον, ἢ πῶς ἐκλελοιπέναι τὸν βίον, ἀλλ οὐκ ἐξ ἀρχῆς γεγονέναι καλλίω γένεσιν τῆς πρώτης ὑπαρξάσης· τότε μὲν γὰρ παῖδες ὄντες ἄφρονες ἦσαν, νῦν δ ἄνδρες ἀγαθοὶ γεγόνασιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기